Ancient Greek
SB 16 12490
Documentary Papyri, SB 16 12490
Not analysed yet
…α… ὅνπερ παρέξω σοι ἐν τῷ Μεσορὴ μηνὶ τῆς σὺν θεῷ εἰσιούσης πρώτης ἰνδικτίονος ἐν οἴνῳ νέῳ καλλίστῳ καὶ εὐαρέστῳ μέτρῳ τοῦ πίθου καὶ εἰ εὑρεθείη ὄξος ἢ ἀποίητος ἢ ὀζόμενος ἐξ αὐτοῦ μέχρι Τῦβι μηνὸς ὁμολογῶ ἀλλάξαι σοι ἐν καλῷ οἴνῳ ἀντʼ αὐτοῦ χωρίς τινος ὑπερθέσεως καὶ ἀντιλογίας καὶ κρίσεως καὶ δίκης. εἰ δὲ μὴ δώσω σοι τὸν αὐτὸν οἶνον ἐν τῇ αὐτῇ προθεσμίᾳ παρέξω σοι ὑπὲρ τῆς αὐτοῦ τιμῆς χρυσοῦ νομίσματα δύο ἀπροφασίστως καὶ ἀνυπερθέτως ……εω…αρ