Ancient Greek
SB 18 13168
Documentary Papyri, SB 18 13168
Not analysed yet
ἔτους μζ Φαμενὼθ β, ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. τάδε διέθετο Παχνοῦβις Τασκοῦ· εἴη μέν μοι ὑγιαίνοντι τῶν ἐμαυτοῦ κύριον εἶναι, ἐὰν δέ τι ἀνθρώπινον πάθω, καταλείπω καὶ δίδωμι τὰ ὑπάρχοντά μοι ἔγγαιά τε καὶ ἔπιπλα καὶ κτήνη καὶ ὅσα ἂν προσεπικτήσωμαι Ταθώτηι Ἁρυώτου Περσίνῃ ᾗ σύνειμι γυναικὶ κατὰ νόμους, πλὴν στρώματος ἑνὸς καὶ κλείνης τορυνευτῆς α Πατ…ει καὶ Πετεσοράθηι τῶν Παχνούβιος τοῖς ἐμοῖς υἱοῖς τοῖς ἐξ ἐμοῦ καὶ ἄλλης γυναικός, τὰ δὲ λοιπὰ πάντα ὧν τὸ καθʼ ἓν σήμερον ὑπόκειται τῶν τε ἐγγαίων καὶ κτηνῶν τῆι προκειμένῃ Ταθώτει, πρόβατα μὲν ὀκτὼ βόες δύο καὶ τὰ ἐπεσόμενα τούτοις καὶ οἰκίαν ᾠκοδομημένην καὶ ἐστεγασμένην καὶ τεθυρωμένην τὴν οὖσαν ἐν Τάμει τοῦ Λατοπολίτου, γείτονες νότου οἰκία Ψεννήσιος τοῦ Παοῦτος, βορρᾶ ῥύμη βασιλικὴ, ἀπηλιώτου οἰκία Θαήσιος τῆς Παοῦτος, λιβὸς οἰκία Πατκόρμιος, καὶ γῆς ἠπείρου σιτοφόρου ἀρούρας δεκαδύο τῆν ἐν τῶι ἀπὸ λιβὸς μέρει κώμης Τάμεως, ἐν ἧι λα…μη συμφ…ει φρέαρ καὶ ἀνωτερείου ἐξόπτης πλίνθου, γείτονες τῆς ὅλης γῆς νότου οἶκος Ψεμμίνιος τοῦ Καλλίου βορρᾶ ὁ αὐτὸς ἀπηλιώτου βουνοὶ τῆς κώμης λιβὸς …καλουμένη Ἄμμωνος, καὶ ἀπʼ ἄλλης σφραγῖδος Καλεβελλέους τοῦ …ι τρίτον μέρος, γείτονες τῆς ὅλης νότου Ἁρενδώτου βορρᾶ …ἀπηλιώτου ὁδὸς λιβὸς ὄρος ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν· μὴ ἐξέστω δὲ τῷ καθόλου ἐπὶ τὴν διαθήκην ταύτην ἄλλῳ τινὶ ἐπέρχεσθαι, εἰ δὲ μὴ ἄκυρον ἔστω καὶ προσαποτεισάτω ὁ ἐπιφέρων ὕστερον …ἄλλον τῆς αυ… ἐπιτίμου παραχρῆμα χαλκοῦ τάλαντα …καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς Ασ. ἦν δὲ ὁ διατιθέμενος Παχνοῦβις ὡς ἐτῶν ν εὐμεγέθης μελίχρως τετανὸς ἀναφάλανθος μακροπρόσωπος εὐθύριν οὐλή. μάρτυρες Ἑρμίας Ἀσκληπιάδου Πέρσης τῶν μισθοφόρων ἱππέων ὡς ἐτῶν κε εὐμεγέθης μελίχρως κλαστὸς μακροπρόσωπος εὐθύριν οὐλὴ οὖς δεξιὸν τετρημένον, καὶ Ἀμμώνιος Ἀρείου Πέρσης τῶν μισθοφόρων ἱππέων ὡς ἐτῶν λ μέσος μελίχρως κλαστὸς μακροπρόσωπος εὐθύριν οὐλὴ μετώπῳ, καὶ Ἐσθλάδας Δρύτωνος Πτολεμαιεὺς ὡς ἐτῶν λε εὐμεγέθης μελίχρως κλαστὸς μακροπρόσωπος εὐθύριν, καὶ Πτολεμαῖος Ἀσκληπιάδου Πέρσης τῶν μισθοφόρων ἱππέων ὡς ἐτῶν λε μέσος μελίχρως μακροπρόσωπος εὐθύριν, καὶ …ητος Μενεκλέους Πέρσης τῶν πεζῶν ὡς ἐτῶν λε μέσος μελάνχρως κλαστὸς μακροπρόσωπος εὐθύριν, οἱ ἓξ τακτόμισθοι. Ἄρειος ὁ παρʼ Ἡλιοδώρου κεχρημάτικα.