Ancient Greek
SB 18 13883
Documentary Papyri, SB 18 13883
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Φήλικος καὶ Ταύρου τῶν λαμπροτάτων Θὼθ κβ ἡ λαμπροτάτη ἐργασία τῶν χρυσοχόων τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως διʼ ἡμῶν τῶν ἑξῆς ὑπογραφόντων Αὐρηλίῳ Χαιρήμονι Σερήνου ἀπὸ τῆς αὐτῆς πόλεως τῆς αὐτῆς ἐργασίας χαίρειν· τῆς ὀνομασίας χάριν τοῦ ἐκ τῆς ἡμῶν ἐργασίας ζητουμένου διοικητοῦ τοῦ χρυσαργύρου τῆς τρεισκαιδεκάτης ἰνδικτίονος σὲ τὸν Χαιρήμονα ἐπιλεξάμενοι μᾶλλον δὲ προτρεψάμενοί σοι ἐνετείλαμεν καὶ κατεπιστεύσαμεν ποιῆσαι τὴν διοίκησιν, ἡμῶν ἐπαγγειλαμένων πάντα τὰ προφάσει ταύτης τῆς διοικήσεως γιγνόμενα ἀναλώματα εἴτε ἐπὶ τόπων εἴτε ἐν τῇ τάξει εἴτε σκάσματος …ἐκδημίας προφάσει τῆς αὐτῆς διοικήσεως ἡμᾶς ἐπιγνῶναι καὶ καταβαλεῖν διὸ καὶ τὴν ἔγγραφον ταύτην ἀσφάλειαν ἐθέμεθά σοι καὶ ὁμολογοῦμεν τοῖς παντοίοις ζητουμένοις εἰς τὴν ἡμῶν διοίκησιν …ζημ…παντα…νκυριο…γρα… …Αὐρήλιος Ἰ…συμφωνεῖ μοι πάντα ὡς πρόκιται. Αὐρήλιος …συμφωνεῖ μοι ὡς πρόκιται. Αὐρήλιος Ἀφ…τεσίου συμφωνεῖ μοι ὡς πρόκιται. Αὐρήλιος Ἀβράμιος ἔγραψα καὶ ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος …συμφωνεῖ μοι ὡς πρόκιται. Αὐρήλιος Πτολεμαίου …συμφωνεῖ μοι ὡς πρόκιται. Αὐρήλιος Μακάριος συμφωνεῖ μοι ὡς πρόκιται. …