Ancient Greek
SB 4 7465
Documentary Papyri, SB 4 7465
Not analysed yet
ἀντίγραφον διεγβολῆς διὰ τῆς Ἀκεσιλάου τραπέζης Κλεοπατρίου. ἔτους πέμπτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Φαῶφι ια. Νεμεσίων Ζωίλου Ἡρακλείδῃ Ἑρμοδώρου. ἀπεῖχεν αὐτοῦ ἐν παραθήκηι καθʼ ἑξαμάρτυρον ὁμολογίαν, ἣν καὶ ἀνακεκόμισται εἰς ἀκύρωσιν καὶ ἀθέτησιν, ὑπογεγραμμένην ἀργυρίου δραχμὰς διακοσίας, γίνονται σ.