Ancient Greek
SB 4 7466
Documentary Papyri, SB 4 7466
Not analysed yet
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ κζ, ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἥρων Διοσκόρου τοῦ Ἡρακλείδου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα, οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς, Ἰσιδώρᾳ Διδύμου ἀπούσῃ διὰ Ὥρου τοῦ Πανεσνέως ἔχειν παρʼ αὐτῆς τιμὴν πυροῦ ἀρταβῶν ἓξ ἡμίσους μέτρῳ δρόμῳ τετραχοινίκῳ καὶ τὴν ἀπόδοσιν ποιησάσθω ὁ Ἥρων τῇ Ἰσιδώρᾳ ἢ τῷ Ὥρῳ ἢ τῷ ἀπὸ αὐτῶν προφανησομένῳ ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος δεκάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀνυπερθέτως, γινομένης τῷ ἀνακομιζομένῳ τῆς πράξεως ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. Ἥρων Διοσκόρου Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ ἔχειν παρὰ τῆς Ἰσιδώρας τιμὴν πυροῦ ἀρταβῶν ἓξ ἡμίσους μέτρῳ δρόμῳ τετραχοινίκῳ, ἃς καὶ ἀποδώσω ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Δωρίων Δωρίωνος μὴ εἰδότος γράμματα. ἐντέτακται διὰ γραφείου. Ἰσιδώρα Διδύμου διὰ Ὡρίωνος ἀπέχω τὰς προκειμένας πυροῦ ἀρτάβας ἓξ ἥμισυ ἔτους ι Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …