Ancient Greek
SB 4 7467
Documentary Papyri, SB 4 7467
Not analysed yet
Αὐρήλιος Νεμεσᾶς βουκόλος ἀπὸ κώμης Φιλαδελφίας Αὐρηλίωι Σαραπίωνι ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ ἔχειν παρά σου διὰ χειρὸς ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς τετρακοσίας τόκου δραχμιαίου τῇ μνᾷ κατὰ μῆνα, ἃς καὶ ἐπάναγκες ἀποδώσω ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως, γινομένης αὐτῷ Σαραπίωνι τῆς πράξεως παρʼ ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων πάντων καθάπερ ἐκ δίκης. κύριον δὲ τοῦτο τὸ χειρόγραφον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Διόσκορος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Νεμεσᾶς βουκόλος. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Μεσορὴ κε.