Ancient Greek
SB 4 7468
Documentary Papyri, SB 4 7468
Not analysed yet
Αὐρηλίῳ Ἱέρακι στρατηγῶι Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Λουκίου Νωνίου Κασιανοῦ· ἐμισθωσάμην ἔτι πάλαι παρὰ Αὐρηλίας Λουκρητίας περὶ κώμην Φιλαδέλφιαν σιτικὰς ἀρούρας ἕνδεκα · πληρώσαντος δέ μου τῶν ἀνὰ χεῖρα χρόνων τὰ ἐκφόρια μέχρι τοῦ διεληλυθότος ἔτους, καὶ τῶν ἀρουρῶν πρὸς τὸ ἐνεστὸς ἔτος ἀβρόχων μεμενηκυϊῶν διὰ ἔνδειαν ὑδάτων, οὐ δυνάμενός τε οὐκέτι ὑποστῆναι τὴν γεωργίαν, ἐπιδίδωμι καὶ ἀξιῶ ἐπισταλῆναι αὐτῇ διʼ ἑνὸς τῶν περὶ σὲ ὑπηρετῶν τούτου τὸ ἴσον, ἵνʼ εἰδῇ ἐκβαίνοντά με τοῦ κλήρου, μαρτυροποιησαμένου μου πρὸς αὐτὴν τότε ὡς οὐ παρὰ τὴν ἐμὴν ἀμέλειαν ἠβρόχησεν ὁ κλῆρος, ἀρκουμένου μου τῇδε τῇ διαστολῇ. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Μεχεὶρ λ.