Ancient Greek
SB 5 8029
Documentary Papyri, SB 5 8029
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυΐου Βελισαρίου τοῦ ἐνδοξοτάτου, Μεσορὴ τρεισκαιδεκάτῃ πρώτης ἰνδικτίονος ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. Αὐρήλιος Ἀνδρόνικος Φιβίου, μητρὸς Νόννας, ἀπὸ τῆς Ἑρμουπολιτῶν, τὰ νῦν διάγων ἐνταῦθα ἐπὶ τῆς Ἀντινοέων βραδέως ὑπογράφων προνοητὴς Αὐρήλίῳ Φοιβάμμωνι υἱῷ Μηνᾶ τῷ θαυμασιωτάτῳ βοηθῷ ἀπὸ τῆς αὐτῆς Ἑρμουπολιτῶν, τὰ νῦν καὶ αὐτῷ διάγοντι ἐνταῦθα ἐπὶ τῆς αὐτῆς Ἀντινοέων. ἐπειδὴ κατὰ παράκλησιν ἐμὴν καὶ ἀξίωσιν καὶ αἴτησιν ἀνεδέξατό με ἡ σὴ θαυμασιότης ἐγγράφως παρὰ τῷ λαμπροτάτῳ Διοσκορίδῃ σιγγουλαρίῳ τῆς κατὰ Θηβαίδα δουκικῆς τάξεως ὥστʼ ἐμὲ τὴν τῶν προνοητῶν χρείαν ἐκτελέσαι ἐπὶ μῆνας …ἀπὸ καρπῶν τῆς σὺν θεῷ ἐσομένης δευτέρας ἰνδικτίονος καὶ πάντα τὰ ἐμπιστευόμενά μοι παρά τε τῆς αὐτοῦ λαμπρότητος καὶ παρὰ τῶν ὑμετέρων αὐτόθι γεωργῶν καὶ ἀμπελουργῶν ἀποκαταστῆσαι τῇ αὐτοῦ λαμπρότητι μεθʼ ὑγιοῦς τῆς πίστεως ἀκαταφρονήτως, εἰκότως καὶ ἡ σὴ θαυμασιότης ἐπεζήτησεν ἀσφάλειαν παρʼ ἐμοῦ περὶ τούτου, κατὰ τοῦτο ταύτην σοι τίθημι τὴν παρακλητικὴν ὁμολογίαν, διʼ ἧς ὁμολογῶ ἑτοίμως ἔχειν πάντα τὰ ὑποδεχόμενά μοι ὑπό τε τῆς αὐτοῦ λαμπρότητος καὶ παρὰ τῶν γεωργῶν καὶ ἀμπελουργῶν αὐτοῦ ἔν τε σίτῳ καὶ χρυσίῳ καὶ κριθίοις καὶ οἴνῳ καὶ παντοίοις εἴδεσιν ἀποκαταστῆσαι τῇ αὐτοῦ λαμπρότητι ἀκαταγνώστως· εἰ δὲ ὀχληθείης ἢ καὶ ἀπαιτηθείης τι ὑπὲρ ἐμοῦ, ὁμολογῶ παρασχεῖν οἴκοθεν καὶ ἐκ τῆς ἐμῆς ὑποστάσεως καὶ ἁπλῶς εἰπεῖν τὸ ἀζήμιον καὶ τὸ ἀβλαβὲς καὶ τὸ ἀνυπόμνηστον παραφυλάξαι τῇ σῇ θαυμασιότητι κατὰ πάντα τρόπον περὶ τούτου καὶ ἐπὶ τούτοις πᾶσι ἐπωμοσάμην τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ καλλινίκου δεσπότου ἡμῶν Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἐμμεῖναι πᾶσι τοῖς προγεγραμμένοις καὶ κατὰ μηδένα τρόπον παραβῆναι καὶ εἰς σὴν ἀσφάλειαν ταύτην σοι ἐθέμην τὴν παρακλητικὴν ὁμολογίαν, ἥτις κυρία καὶ βεβαία ἐστὶν καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτηθεὶς ὡμολόγησα ὑποθέμενός σοι εἰς τοῦτο πάντα τὰ νῦν ὄντα καὶ ἐσόμενά μοι πράγματα. Αὐρήλιος Ἀνδρόνικος Φιβίου ὁ προκείμενος στοιχεῖ μοι ἡ παρακλητικὴ ὁμολογία, ὡς πρόκειται. Αὐρήλιος Κολλοῦθος Φωσφορίου ἀπὸ Ἀντινόου μαρτυρῶ τῇ παρακλητικῇ ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Θει…ω…ου ἀπὸ Ἀντινόου μαρτυρῶ τῇ παρακλητικῇ ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ θεμένου. Φλαύιος Χριστόδωρος Ἀμμωνίου ἀπὸ Ἀντινόου μαρτυρῶ τῇ παρακλητικῇ ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Κολλούθου Φοιβάμμωνος συμβολαιογράφου …