Ancient Greek
SB 6 9104
Documentary Papyri, SB 6 9104
Not analysed yet
Ἡράκλειτος Δωρίωνι χαίρειν. ταξάμενος παρέσεσθαι εἰς Κροκοδίλων πόλιν τῆι ι, ἔτι οὖν καὶ νῦν μηδεμίαν ὑπερβολὴν ποιούμενος σύμμειξον ἡμῖν ἄγων καὶ φυλακίτην ἕνα τῶν ἐν τῶι καταλοχισμῶι ὃς λειτουργήσει ἐν τῆι Φίλωνος τοῦ ἀρχιφυλακίτου οἰκήσει μετὰ τῶν λοιπῶν φυλακιτῶν ἡμέρας λ. καὶ μὴ ἄλλως ποιήσηις. ἔρρωσο. ἔτους ι Μεσορὴ ιβ. διὰ Τάνεως. Δωρίωνι.