Ancient Greek
SB 6 9105
Documentary Papyri, SB 6 9105
Not analysed yet
Φιλίππῳ ἐξ εὐσχημόνων γ αἱρεθέντι εἰρηνοφύλακι Θεαδελφείας παρὰ Οὐλπίας Ἡρωείδος μετὰ κυρίου τοῦ δεδομένου μοι κατὰ τὰ Ῥωμαίων ἔθη Γαίου Λουκρητίου Παπιριανοῦ. οὐκ ἀγνοεῖς τὰς ἀναιδείας καὶ τὰς πειράσεις τὰς περὶ Ἀβαβῖκειν, ᾧ καὶ ἄλλοτε πληγὰς ἐπέθηκας ἀναιδειῶν ἕνεκεν· καὶ νῦν αὐτὸς τὴν τυραννίαν ἐπιδείξασθαι ἠθέλησεν· τὸν γὰρ ἐν τῷ πωμαρίῳ μου τρεφόμενον ἐπισινῆ χωλὸν ἀπολελυμένον ἁπάσης ὀχλήσεως καὶ λαογραφίας κατὰ τὴν τοῦ ἡγεμόνος δικαιοδοσίαν ἀπῄτησεν ἀργυρίδιον προφάσει τοῖς πρεσβυτέροις χωρεῖν. ἐπεὶ οὖν τὰ τοιαῦτα δεῖται ἐγδικίας μεγάλης, ἢ μάλιστα ἀπολυτέον ἄνθρωπον διασείεσθαι, ἐπιδίδωμί σοι τόδε τὸ βιβλίδιον ὅπως μετʼ ἀσφαλείας αὐτὸν εἰς τὴν μητρόπολιν ἀγάγῃς σὺν τῷ χωλῷ· φάσκει γὰρ καὶ δεδωκέναι τοῖς ἐπὶ τοῦ θησαυροῦ δημοσίοις τὰ ἴσα. ᾧ καὶ μάρτυρας ἐπέστησα. Γαίος Λουκρήτιος Παπιριανὸς ἐπιγέγραμμαι κύριος τῆς Οὐλπίας Ἡρωίδος ἔτους ϛ Μεσορὴ η.