Ancient Greek
SB 6 9106
Documentary Papyri, SB 6 9106
Not analysed yet
παρὰ ἐθαύμασα τὴν σὴν θαυμασιότητα, πῶς συνεχώρησεν Ἀρίῳ τῷ ἐξκέπτορι τοιαῦτα γράμματα ἀποστεῖλαι πρὸς τὸν ἀβάκτις καὶ ταῦτα τοῦ ἄρχοντος μὴ εἰδότος· καὶ γὰρ μὰ τὸν θεὸν τὸν παντοκράτορα εἰ ᾔδειν ἐλάμβανον τὰ δύο χρύσινα τὰ τυπωθέντα καὶ παρέμενον. φροντίσῃ οὖν ἡ σὴ ἐνάρετος φιλία τοῦ μὴ ἐᾶσαι ζήτημα ἡμῖν γενέσθαι· σὺν θεῷ γὰρ καὶ ἡμεῖς μετὰ τῶν ταξεωτῶν ἐπικαταλαμβάνομεν. ἐπίδος τῷ δεσπότῃ μου τῷ τὰ πάντα ἐναρέτῳ καὶ θαυμασίῳ Πίῳ βενεφικιαρίῳ παρὰ Ποτάμμωνος ἐξκέπτορος.