Ancient Greek
SB 6 9107
Documentary Papyri, SB 6 9107
Not analysed yet
δέκα νησία ἀπέστειλα τῇ ὑμετέρᾳ μεγαλοπρέπει προστασίᾳ εἰς λόγον τῶν ὑμετέρων γάμων, καὶ παρακαλῶ αὐτὴν ταῦτα δέξασθαι ὑπὲρ κρέως χωρὶς ἐλαχίστων. ὁ θεὸς ὁ πάντων δεσπότης φυλάξῃ αὐτὴν καὶ πολυετῆσαι αὐτὴν μετὰ τῆς ὑμετέρας νύμφης καὶ πολλατεκνίαν χαρίσηται αὐτῇ. δεσπότῃ μου τῷ ἐναρέτῳ πάσης τιμῆς καὶ προσκυνήσεως ἀξίῳ γνησίῳ μετὰ θεὸν προστάτῃ καὶ ἀδελφῷ Γεωργίῳ κόμετι διοικητῇ Σεβαστιανός