Ancient Greek
1.33 to 1.38
Documentary Papyri, Stud.Pal. 20 1.33-38
Not analysed yet
ἔτους Δομιτιανοῦ τοῦ κυρίου ἀπό τε ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκειται· Πτολεμαῖος ἔγραψα καὶ ὑπὲρ τῆς γυναικός μου βραδέα γραφούσης. Πτολεμαῒς Πτολεμαίου παρακεχώρηκα τὰς τοῦ κλήρου ἀρούρας τρεῖς καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμὰς ἐνακοσίας καθὼς πρόκειται καὶ βεβαιώσω. Μᾶρκος Οὐαλέρις Πρόκλος εὐδοκῶ ἐπὶ πᾶσι τοῖς προκιμένοις. Μάρων Μάρωνος παρακεχώρημαι τὰς τοῦ κλήρου κατοικικοῦ ἀρούρας τρεῖς πρὸς τὰς ἀργυρίου δραχμὰς ἐνακοσίας καθὼς πρόκιται ἔγραψα ὑπὲρ αὐτοῦ Ἀκουτίων Ἀκουσιλάου μὴ εἰδότος γράμματα. …ἀναγέγραπται διὰ τοῦ ἐν Πτολεμαίδι Εὐεργέτιδι γραφείου.