Ancient Greek
112.r3.11 to 112.r5.11
Documentary Papyri, Upz 1 112.r3.11-112.r5.11
Not analysed yet
ἐὰν δέ τινες τῶν κατασχόντων τὰς ὠνὰς μὴ διεγγυήσωσιν ἐν τῶι ὡρισμένωι χρόνωι, ἐπαναπραθήσονται αὐτῶν αἱ ὠναὶ καὶ ἐάν τι ἀφεύρεμα γένηται, πραχθήσονται παραχρῆμα, τοῖς δὲ βουλομένοις ὑπερβάλλειν μετὰ τὸ τὸν θαλλὸν δοθῆναι, ἐξέσται ἐν αὐτῶι τῶι πρατηρίωι, οὐκ ἐλάσσονος δὲ τῶν ἐπιδεκάτων. οἱ δʼ ἐγλαβόντες τὰς ὠνὰς ποιήσονται τὰ ἀποπράματα μετὰ τοῦ οἰκονόμου καὶ τοῦ βασιλικοῦ γραμματέως καὶ οἱ παρὰ τούτων κατασχόντες ἐγγύους καταστήσουσιν τοῖς προγεγραμμένοις, ἃ οὐ λογισθήσεται τοῖς τελώναις εἰς τὰ διʼ αὐτῶν κατασταθησόμενα διεγγυήματα. οἰκονομηθήσεται δὲ καὶ τὰ τούτων σύμβολα τὸν αὐτὸν τρόπον. αἱ δʼ ἀναφοραὶ μερισθήσονται τῆς μὲν ζυτηρᾶς τῆς χειμερινῆς ἑξαμήνου λογιζομένου τοῦ μηνὸς ἐξ ἡμερῶν λε, τῆς δὲ θερινῆς ἐξ ἡμερῶν κε, τῶν δʼ ἄλλων ὠνῶν ἐκ τοῦ κατὰ λόγον τῶν ὑπαρχουσῶν μέχρι τοῦ α ἔτους, ἐὰν μὴ ἐπί τινων ἄλλο τι λυσιτελέστερον συνχωρηθῆι ἐπὶ τῆς πράσεως. τοῖς δʼ ἐγλαμβάνουσιν τὰς ὠνὰς μεταδοθήσεται ὑπὸ τῶν προπραγματευομένων τὰ γενήματα τῶν προεληλυθυιῶν ἡμερῶν μετὰ χειρογραφίας ὅρκου βασιλικοῦ. ὁ δὲ διαλογισμὸς τῆς ἐγλήψεως συσταθήσεται πρὸς αὐτοὺς κατὰ μῆνα ἐκ τῶν πιπτόντων ἐπὶ τὴν τράπεζαν. τῶν δὲ πρὸς γενήματα διοικουμένων ὁ μὲν χειρισμὸς ἔσται διὰ τῶν παρὰ τῶν βασιλικῶν γραμματέων, συνχειριοῦσιν δὲ καὶ οἱ παρὰ τῶν οἰκονόμων καὶ οἱ τελῶναι. ὁ δὲ λόγος τῆς προσόδου γραφήσεται πρὸς τοὺς τελώνας πρὸς τράπεζαν καὶ τὰ διεγγυήματα ἐνεχυρασθήσεται πρὸς τὰ ὀφειληθησόμενα πρὸς τὸν χειρισμὸν τῶν γενημάτων, τὰ δὲ συναχθησόμενα διαγραφήσεται εἰς τὸ βασιλικὸν ἀκολούθως τοῖς ὑπάρχουσι περὶ τούτων προστάγμασι καὶ χρηματισμοῖς. τοῖς δʼ ἀναπληρώσουσιν τὰς ὠνὰς δοθήσεται ὀψώνια, ἐάνπερ ἐκπληρώσωσιν καὶ καθεστακότες τὰ διομολογηθέντα διεγγυήματα, τοῦ ταλάντου δραχμαὶ χ, ὃ προσδιαγράψουσιν ἐκτὸς τῆς ἐγλήψεως. οἱ δὲ παρὰ τῶν τοπογραμματέων καθεσταμένοι πρός τε τούτοις καὶ τοῖς ἄλλοις χειρισμοῖς κριθήσονται καὶ ὑπὸ τῶν βασιλικῶν γραμματέων. εἰς χεῖρα δὲ οὐθενὶ οὐθὲν δώσουσιν, εἰ δὲ μή, οὐ παραδεχθήσεται αὐτοῖς, τοῖς δʼ ἐγλαβοῦσι ἐξακολουθήσει τὰ ὑποκείμενα πρόστιμα.