Ancient Greek
UPZ 1 70
Documentary Papyri, Upz 1 70
Not analysed yet
Ἀπολλώνιος Πτολεμαίωι τῷ πατρὶ χαίρειν. ὀμνύω τὸν Σάραπιν, εἰ μὴ μικρόν τι ἐντρέπομαι, οὐκ ἄν με εἶδες τὸ πρόσωπόν μου πώποτε, ὅτι ψεύδηι πάντα καὶ οἱ παρὰ σὲ θεοὶ ὁμοίως, ὅτι ἐνβέβληκαν ἡμᾶς εἰς ὕλην μεγάλην καὶ οὗ δυνάμεθα ἀποθανεῖν καὶ ἂν ἴδῃς ὅτι μέλλομεν σωθῆναι, τότε βαπτιζόμεθα. γίνωσκε ὅτι πειράσεται ὁ δραπέτης μὴ ἀφεῖναι ἡμᾶς ἐπὶ τῶν τόπων εἶναι, χάριν γὰρ ἡμῶν ἐζημίωται εἰς χαλκοῦ τάλαντα ιε. ὁ στρατηγὸς ἀναβαίνειαὔριον εἰς τὸ Σαραπιεῖον καὶ δύο ἡμέρας ποιεῖ ἐν τῶι Ἀνουβιείωι πίνων. οὐκ ἔστι ἀνακύψαί με πώποτε ἐν τῇ Τρικωμίαι ὑπὸ τῆς αἰσχύνης, εἰ καὶ αὑτοὺς δεδώκαμεν καὶ ἀποπεπτώκαμεν πλανώμενοι ὑπὸ τῶν θεῶν καὶ πιστεύοντες τὰ ἐνύπνια. εὐτύχει. πρὸς τοὺς τὴν ἀλήθειαν λέγοντες. Πτολεμαίωι χαίρειν.