Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_DOSITHEUS
DOSITHEUS, Fragmenta 3
Not analysed yet
Φάβιος Φαβρικιανὸς, τοῦ μεγάλου συγγενὴς Φαβίου, πορθήσας Τούξιον μητρόπολιν Σαυνιτῶν, τὴν παρ ̓ αὐτοῖς τιμωμένην νικηφόρον Ἀφροδίτην ἔπεμψεν εἰς Ῥώμην. Τούτου γυνὴ Φαβία μοιχευθεῖσα ὑπό τινος εὐπρεποῦς νεανίου, τοὔνομα Πετρωνίου Οὐαλεντίου, τὸν ἄνδρα ἐδολοφόνησε. Φαβία δὲ τὸν τὸν ἀδελφὸν ἔτι νήπιον Φαβρικιανὸν τῶν κινδύνων ἐρρύσατο, καὶ ἔπεμψε κρύφα τραφησόμενον. Ἀκμάσας δὲ ὁ νεανίας τήν τε μητέρα καὶ τὸν μοιχὸν ἀπέκτεινε, καὶ ἀπελύθη ὑπὸ τῆς συγκλήτου· ὡς ἱστορεῖ Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.