Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_DURIS_SAMIUS
DURIS SAMIUS, Fragmenta 38
Not analysed yet
Εὐρύβατος· πονηρὸς, ἀπὸ τοῦ πεμφθέντος ὑπὸ Κροίσου ἐπὶ ξενολογίᾳ μετὰ χρημάτων, ὥς φησιν Ἔφορος (fr. 100), εἶτα μεταβαλλομένου πρὸς Κῦρον· ἦν δὲ Ἐφέσιος. Οἱ δὲ τὸν Κέρκωπα τὸν ἕτερον. Διότιμος Ἡρακλέους ἄθλοις· «Κέρκωπες, τοὶ πολλὰ κατὰ τριόδους πατέοντες Βοιωτῶν σίνοντο· γένος δ ̓ ἔσαν Οἰχιαλῆες, Ὦλός τ ̓ Εὐρύβατός τε, δύω βαρυδαίμονες ἄνδρες.» Νίκανδρος Αἰγίνεον Εὐρύβατον πανουργότατον· οὗ μνημονεύει Ἀριστοτέλης ἐν α' Περὶ δικαιοσύνης. Δοῦρις δὲ ἐν δ' τῶν Περὶ Ἀγαθοκλέα ἀπὸ τοῦ Ὀδυσσέως ἑταίρου.