Ancient Greek
1.179.7
Empedocles, Testimonia 1.179.7
Unproofread scanNot analysed yet
67. ARIST. de caelo B 13. 295a 13 διὸ δὴ καὶ τὴν γὴν πάντες ὅσοι τὸν οὐρα-νὸν γεννώσιν ἐπὶ τὸ μέσον συνελθεῖν φασιν. ὅτι δὲ μένει, ζητοῦσι τὴν αἰτίαν καὶ λέγουσιν οἱ μὲν τοῦτον τὸν τρόπον, ὅτι τὸ πλάτος καὶ τὸ μέγεθος αὐτῆς αἴτιον, οἱ δ’ ὥσπερ Ἔ. τὴν τοῦ οὐρανοῦ φορὰν κύκλῳ περιθέουσαν καὶ θάττον φερομένην τὴν τῆς γῆς φορὰν κωλύειν καθάπερ τὸ ἐν τοῖς κυάθοις ὕδωρ· καὶ γὰρ τοῦτο κύκλῳ τὸν κυάθον φερομένου πολλάκις κάτω τοῦ χαλκοῦ γινόμενον ὅμως οὐ φέρεται κάτω περικοῦς φέρεσθαι διὰ τὴν αὐτὴν αἰτίαν.