Ancient Greek
1.228.16 to 1.228.3
Empedocles, Testimonia 1.228.16-3
Unproofread scanNot analysed yet
οὐδὲ γὰρ ἀνδρομέῃι κεφαλῇι κατὰ γυῖα κέκασται, οὔ μὲν ἀπαὶ νῶτοιο δύο κλάδοι αἴσσονται, οὔ πόδες, οὔ θοὰ γοῦν(α), οὔ μήδεα λαχνήεντα, ἀλλὰ φρήν ἱερὴ καὶ ἀθέσφατος ἐπλετο μούνον, ἡμετέρας μελέτας <μέλε τοι> διὰ φροντίδος ἐλθεῖν, 5 φροντίσι κόσμον ἅπαντα καταίσσουσα θοῆσιν. εὐχομένωι νῦν αὐτε παρίστασο, Καλλιόπεια, ἀμφὶ θεῶν μακάρων ἀγαθὸν λόγον ἐμφαίνοντι. ὀλβιος, ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον, δειλὸς δ᾽, ὧι σκοτοδέσσα θεῶν πέρι δόξα μέμηλεν.