Ancient Greek
2.195.3
Empedocles, Testimonia 2.195.3
Unproofread scanNot analysed yet
καίτοι κἂν αὐτὸ τοῦτο τις διαπορήσειεν, εἰ δυνατόν ἐστι τηλικαῦτα μεγέθη γενέσθαι τῶν ἑτερογενῶν, ὥστ’ ἐναρμόττειν, ἄλλως τε κἂν συμβαίνη, καθάπερ φησὶ τὰς ὀψεις ὧν ἀσύμμετρος ἡ κράσις ὅτε μὲν ὑπὸ τοῦ πυρός, ὅτε δὲ ὑπὸ τοῦ ἀέρος ἐμπλαττομένων τῶν πόρων ἀμανροῦσθαι. εἰ δ’ οὖν ἐστι καὶ τούτων συμμετρία καὶ πλήρεις οἱ πόροι τῶν μὴ συγγενῶν, πῶς, ὅταν αἰσθάνηται, καὶ ποῦ ταῦτα ὑπεξῆρχετο; δεῖ γὰρ τινα ἀποδοῦναι μεταβολήν. ὥστε πάντως ἔχει δυσκολίαν· ἢ γὰρ κενὸν ἀνάγκη ποιεῖν, ἢ ἀεὶ τὰ ζῷα αἰσθάνεσθαι πάντων, ἢ τὸ μὴ συγγενὲς ἀρμόττειν οὐ ποιούν αἰσθήσιν οὐδ’ ἔχον μεταβολὴν οἰκείαν τοῖς ἐμποιοῦσιν.