Ancient Greek · ~4 min
Page 300
Ephraem Syrus Theol., De locis beatis 300
Not analysed yet
ρίαν γῆν, τὴν τῶν καλῶν γεννημάτων εὔφορον, τὴν τὸ ξύλον τῆς ζωῆς κομῶσαν, τὴν ταῖς πηγαῖς τῶν πνευματικῶν χαρισμάτων κατάρρυτον, ἐφ' ἧς ἡ ἄμπελος ἡ ἀληθινὴ βλαστάνει, ἧς γεωργὸν τὸ Πνεῦμα ἀκούομεν. <Ἔνθα> ἡ ἀκήρατος ζωὴ καὶ τὸ ἄρρητον καὶ ἀκατονόμαστον ἀγαθόν. Ἔνθα τὸ ἀνέκφραστον ἐκεῖνο κάλλος. Ὅπου τὸ ἀληθινὸν φῶς καὶ ἡ πηγὴ πάσης τῆς ἀγαθότητος, ἡ ὑπερκειμένη τοῦ παντὸς ἐξουσία, τὸ μόνον ἐράσμιον, τὸ διηνεκὲς ἀγαλλίαμα, ἡ ἀΐδιος εὐφροσύνη, τὸ ἀνέσπερον φῶς, ὁ ἄδυτος ἥλιος. Ἔνθα ἡ πόλις τοῦ Βασιλέως, περὶ ἧς δεδοξασμένα ἐλαλήθη. Ἔνθα ἦχος τῶν ἑορταζόντων. Ἔνθα οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ἐκεῖ, ἀδελφοί μου ἀγαπητοί, μεγάλαι δωρεαὶ καὶ ἀνείκαστος χαρὰ ἀνθρωπίνῳ στόματι λαληθῆναι μὴ δυναμένη. Ἐκεῖ μυριάδες Ἀγγέλων, πρωτοτόκων πανηγύρεις, Ἀποστόλων θρόνοι, Προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. Ἐκεῖ ἐν πολλῇ δόξῃ ὑπάρχουσι καὶ πανηγύρει οἱ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίσαντες, καὶ χορεύουσι