Ancient Greek
130.1
Epicurus, Deperditorum Librorum Reliquiae 130.1
Unproofread scanNot analysed yet
Ἦρις γίνεται κατὰ πρόσλαμψιν τοῦ ἡλίου πρὸς ἄερα ὑδατοειδῆ· ἢ κατὰ κράσιν ἰδίαν τοῦ τε φωτὸς καὶ τοῦ ἀέρος, ἢ τὰ τῶν χρωμάτων τούτων ἰδιώματα ποιήσει εἴ τε πάντα εἴ τε μονοειδῶς· ἀφ’ οὗ πάλιν ἀπολαμπόντος τὰ ὁμοροῦντα τοῦ ἀέρος χρῶσιν τοιαύτην λήμεται, οἷαν θεωροῦμεν, κατὰ πρόσλαμψιν πρὸς τὰ μέρη. Τὸ δὲ τῆς περιφερείας τοῦτο φάντασμα γίνεται διὰ τὸ τὸ διάστημα πάντοθεν ἴσον ὑπὸ τῆς ὄψεως θεωρεῖσθαι, ἢ σύνυσιν τοιαύτην λαμβανουσῶν τῶν ἐν τῷ ἀέρι ἀτόμων ἢ ἐν τοῖς νεφέσιν ἀπὸ τοῦ ἡλίου ἀποφερομένων περιφερείαν τινὰ καθίσθαι τὴν σύγκρισιν ταύτην.