Ancient Greek
374.2
Epicurus, Deperditorum Librorum Reliquiae 374.2
Unproofread scanNot analysed yet
PLVTARCHVS Grylli c. 6 p. 989b ἡ μὲν οὖν σωφροσύνη βραχύτης τις ἐστὶν ἐπιθυμιῶν καὶ τάξις, ἀναιροῦσα μὲν τὰς ἐπεισάκτους καὶ περιττάς, καιρῷ δὲ καὶ μετριότητι κοσμοῦσα τὰς ἀναγκαίας. ταῖς δ' ἐπιθυμίαις ἐνὸρᾶς που μυρίαν διαφορὰν· <αἱ μὲν γὰρ περὶ τὴν βρώσιν> καὶ τὴν πόσιν ἅμα τῷ φυσικῷ καὶ τὸ ἀναγκαῖον ἔχουσιν· ἄλλαις δέ, αἷς ἀρχὰς ἡ φύσις ἐνδίδωσιν, ἐστὶ δὴ που καὶ μὴ χρῶμενον ἔχειν ἱκανῶς ἀπαλλαγέντα· φυσικαὶ μὲν οὖν, οὐκ ἀναγκαῖαι δ' ἐκλήθησαν. τὸ δὲ τῶν μήτ' ἀναγκαίων μήτε φυσικῶν ἀλλ' ἔξωθεν ὑπὸ δόξης κενῆς δι' ἀπειροκαλίαν ἐπικεχυμένων γένος ὑμῶν μὲν ὀλίγου δεῖν τὰς φυσικὰς ἀπέκρυψεν ὑπὸ πλήθους ἀπά-