Ancient Greek
375.1 to 375.26
Epicurus, Deperditorum Librorum Reliquiae 375.1-26
Unproofread scanNot analysed yet
σας, ἔχει δὲ καθὰ περ ξένων ὄχλος ἔπηλυς ἐν δήμῳ καὶ βιαζόμε- νος πρὸς τοὺς ἐγγενεῖς πολίτας. πέπτωκεν, οὐκ ἀναγκαίαν ἔχειν φασὶ τὴν ὄρεξιν οὐδ’ ἀπ’ ἀλγοῦν- τός τινος ἀναγκαίως γιγνομένην, ἀλλὰ τὴν μὲν ἀπὸ τοῦ ἢ λυποῦν- τος ἢ νύττοντος μόνον ἐν τῷ μὴ παρεῖναι, τὴν δὲ ἀπὸ τοῦ χαί- ροντος, τὴν δὲ ὅλως ἀπὸ τῶν κενῶν καὶ διευευσμένων δογμάτων, ἢ εἰς οὐδὲν φυσικὸν ἀνάγεται ἔλλειμμα οὐδ’ εἰς τὸ διαλύον τὴν οὐσίαν ἐκ τοῦ μὴ παρεῖναι. ἰκανὰ γὰρ καὶ τὰ τυχόντα διακρα- τῆσαι ταῦτα ἦν, ὧν ἀναγκαίως δεῖται ἡ φύσις. ταῦτα δὲ καὶ διὰ τὴν λιτότητα καὶ διὰ τὴν ὀλιγότητά ἐστιν εὐπόριστα. 457 ἐρωτὶ φιλοσοφίας ἀληθινῆς πᾶσα ταραχώδης καὶ ἐπί- πονος ἐπιθυμία ἐκλύεται. ὁμογενεῖς αἰτίας καὶ ἡ τοῦ ζῆν ἀπληστος ὄρεξις γίγνεται καὶ πλού- του καὶ χρημάτων καὶ δόξης τῷ συναυξήσειν τε νομίζειν τὸ πᾶν ἀγαθὸν σὺν αὐτοῖς διὰ τοῦ πλείονος χρόνου καὶ τὸ κατὰ τὸν θά- νατον δεινὸν ὡς ἀπέραντον φοβεῖσθαι. ἡδονὴ δὲ ἡ διὰ πολυτε- λείας οὐδὲ ἐγγὺς τείνει τῆς δι’ αὐτάρκειας τῷ πεπειραμένῳ γιγνο- μένης· πολὺ γὰρ τὸ ἡδὺ ἐν τῷ κατανοεῖν ὅσων αὐτὸς χρείαν ἔχει. ἀρθείσης γὰρ πολυτελείας, ἀρθείσης τῆς περὶ τὰ ἀφροδίσια πτοίας, *τῆς ἐξω φιλοτιμίας τίς λοιπὸν χρεία πλούτου ἄργου εἰς μηδὲν ἡμῖν χρησιμεύοντος ἀλλὰ μόνον βαρύνοντος; **ἕως τὸ πεπλη- ρώσθαι γίγνεται καὶ ἡ ἐκ τοῦ τοιούτου κόρου ἡδονὴ ἄκραυρής. δεῖ δὲ καὶ τὸ σῶμα ἀπεθίζειν ὡς οἷόν τε τῆς τοῦ κόρου ἡδονῆς διὰ τῆς κατὰ τὴν πείναν πλησμονῆς καταγεύεσθαι, ἵνα <εὖ ἔχων> δογμάτων] immo δοξῶν ||12 ἐρωτὶ γὰρ φιλοσοφίας ἀληθινῆς uerba