Ancient Greek
376.1
Epicurus, Deperditorum Librorum Reliquiae 376.1
Unproofread scanNot analysed yet
διὰ πάντων διέλη, καὶ ὅρον θεῖναι τὸ ἀναγκαῖον, μὴ τὸ ἄοριστον. οὕτω γὰρ καὶ τοῦτο εἰληφέναι τὸ ἐνδεχόμενον ἀγαθὸν ἐνέσται διὰ τῆς αὐτάρκειας καὶ ὁμοιώσεως τῷ θεῷ· οὕτως οὐδ’ αὐτὸ ἐπὶ πλέον ποθήσει οὔδὲ τὸν χρόνον ὡς προσθήσονται αὐτῷ μεῖζον 5 ἀγαθόν· οὕτως δ’ αὐ ἀληθινῶς πλουτήσει τῷ φυσικῷ ὄρῳ τὸν πλοῦτον μετρῶν, οὐ δόξαις κεναῖς· οὕτως οὐκ ἐπ’ ἐλπίδι κρεμησεται μεγίστης ἡδονῆς πίστιν οὐκ ἔχουσα τοῦ γενέσθαι (θορυβωδεστάτη γὰρ αὕτη), ἀλλ’ ἐν αὐταρκείᾳ τοῦ παρόντος καὶ γεγονότος ἤδη μενεῖ οὔδ’ ἀγωνιάσει μὴ τὸν πλεῖονα χρόνον παραμείνῃ.