Ancient Greek
377.1 to 377.14
Epicurus, Deperditorum Librorum Reliquiae 377.1-14
Unproofread scanNot analysed yet
ὡς χρὴ καθά περ τὴν εὐτελῆ τῆς πολυτελοῦς τροφὴν προτιμᾶν καὶ τὴν εὐπόριστον τῆς δυσπορίστου, οὕτω καὶ τὴν σύμφυλον ἀνθρώπῳ τῆς τοιαύτης. τούτων, καὶ εὐθὺς προσπεσεῖται ὅτι πολλῷ κρεῖττον τὸ ἐν αὐτοῖς μεταδιώκειν ἐλάχιστον τε καὶ λιτὸν καὶ κοῦφον· ἐλάχιστον γὰρ καὶ τὸ ὀχληρὸν ἐκ τοῦ ἐλαχίστου. ὧν δ’ ἂν συνεφελκύσθῃ ἢ παρασκευὴ ἐμπόδια ἐκ τῆς τοῦ σώματος βαρύτητος ἢ ἐκ τῆς τῶν παρασκευαζομένων πραγματείας ἢ ἐκ τοῦ κωλύειν τὴν περὶ τῶν κυριωτάτων λογισμῶν ἐνέργειαν εἶναι συνεχῆ ἢ ἐκ τινος ἄλλης αἰτίας, εὐθὺς ἀλυσιτελὴς γίνεται καὶ οὐκ ἀντάλλακτος πρὸς τὰς συνακολουθοῦσας ὀχλήσεις. δείας πολλῆς ἠπίστητος ἢ τὸ διὰ πληρώσεως μετέχει, ἐὰν μὴ τις ταῖς κεναῖς δόξαις ἑαυτὸν ἀπατᾷ. ὅπως τὰς ταραχὰς τῆς ψυχῆς ἐκλύει, ἀλλ’ οὐδὲ τὴν ἐν τῇ σαρκὶ