Ancient Greek · ~2 min
Column 37
Epicurus, P.Herc. 1148 37-2
Not analysed yet
ἐξέφευ γε τὴν ὑπὸ τοῦ ἀέρος στολήν, λεπτομερὲσ παντελῶς αὐτὸ ὂν καὶ οὐ δυνάμενου ὑπὸ τοῦ ἀέρος ἐν ἀθροισμῶι λαμβάνεσθαι συναγωγὴν ἐπιδεχομένωι· οὔτε γὰρ ἐμβρείθεια ποσή τις στολὴν ἐπιδέχεται οὔτε λεπτομέρεια, ἀλλὰ συμμετρία τις ποσὴ καὶ τοῦ τοιούτου συντελεστικὴ γίνεται· ἀλλὰ γὰρ καὶ τοῦτο γελοίως ἐκ τῆς φαντασίας ἀναλελόγισται καὶ οὐκ ἐπισταμένως τἀφανὲς διὰ τοῦ φαινομένου συλλογίζεσθαι· καὶ ἡ γῆ δὲ πάλιν οὐκ ἐκ τοῦ αὐτ οῦ τρόπου δύναται ἐξ οὗ δνηειονου μ απο ηνασκιειδ ω ια