Ancient Greek · ~2 min
Column 38
Epicurus, P.Herc. 1148 38-2
Not analysed yet
τα αὐτῶι τρίγωνα ἐξ ὧν καὶ τὰ λοιπὰ συμπλέκει σχήματα· εἰ μὲν ἄτομα ὑφείληπτο εἶναι, τί οὐχὶ ἐποιήσατό τινα ἀπόδειξιν ὡς ἔστιν ἄτομα σώματα; εἰ δὲ μὴ ἄτομα, τί ἂν ἐκ τούτων νομίζοι τις συνίστασθαι τὰ λοιπὰ ἃ συμπηγνύει ἐξ ἄλλων ὡνδήποτε; ἀλλὰ γὰρ αὖθίς που ταῦτα μηκυνθήσεται· νῦν δὲ ἐκεῖνο ἱκανὸν εἰπεῖν, ὅτι συνέβαινε γελοίως τὸν ἄνδρα τοῦτον ἅμα μὲν ὅμοιον ε ἶ παί πως τἄλλα καταζημιοῦν τα τ να τῶν σχημ άτων τα εγενστ εων, ἅμα δὲ καταλέγειν πάθη μηθὲν δυ νη σόμενον λογίζεσθαι κατὰ τὸ ζητ ε