Ancient Greek · ~2 min
Column 39
Epicurus, P.Herc. 1148 39-2
Not analysed yet
ὅμοιον τοῖς πάθεσίν ἐστιν τοῖς ὑπὸ τῶν τεττάρων τούτων στοιχείων γινομένοις ὃ ἀποδίδωσιν σχῆμα, μάλιστα μὲν καὶ τὸ πρῶτον ἑκάτερον, εἰ δὲ μή, τό γε ἤδη τὴν ὁμοιομέρειαν τῶι φαινομένωι κεκτημένον· ἀλλὰ γὰρ ταῦτα μὲν αὐτοῦ κατεστρέφθω· πρὸς δὲ τοὺς οἰομένους καταζηλοῦν, ὅταν οὐσίαν τις ὀνομάζηι, τοὺς ταύταις ταῖς φωναῖς χρωμένους, καὶ πάλιν, ὅταν λέξεως ἀναγκαίαν τινὰ δι ά θεσιν ποιήσηται, τοὺς σοφιστεύοντας ἀπὸ τούτων τῶν μερῶν, μικρὰ βούλομα ι διαλεχθῆναι· φαςὶ γὰρ δὴ τοὺς μεταδ οξάζοντας τοῖς ο