Ancient Greek
Κατὰ Ἐσσηνῶν, ἀπὸ Σαμαρειτῶν αἱρέσεως ݲ, τῆς δὲ ἀκολουθίας ݲ., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1-5
Not analysed yet
Εἰς τέσσαρας μὲν οὑτοι αἱρέσεις ἐτμήθησαν, τὰ ἴσα φρονοῦντες ἀλλήλοις <περὶ> περιτομῆς καὶ σαββάτου καὶ τῶν <ἄλλων τῶν> νόμῳ, ἐν βραχεῖ δὲ καὶ ἐν τινὶ ποσῶς ἕκαστος τῶν τριῶν πρὸς τοὺς πέλας διαφέρεται, πλὴν τῶν Δοσιθέων μόνον. ἐνέμειναν γὰρ οἱ Ἐσσηνοὶ τῇ πρώτῃ ἀγωγῇ μηδὲν ὑπερβαλλόμενοι· μετὰ τούτους Γοροθηνοὶ διεφώνησαν πρὸς ἀλλήλους διὰ σμικρόν τι, ἐπειδήπερ ἀντιλογία τις ἀνὰ μέσον αὐτῶν γεγένηται, φημὶ δὲ μέσον Σεβουαίων καὶ Ἐσσηνῶν καὶ Γοροθηνῶν. ἡ δὲ ἀντιλογία τοῦτον ἔχει τὸν τρόπον· ὁ νόμος ἐκέλευεν ἐκ πανταχόθεν τοὺς Ἰουδαίους συναθροίζεσθαι εἰς τὰ Ἱεροσόλυμα, πολλάκις μὲν οὐν <καὶ> κατὰ τρεῖς καιροὺς τοῦ ἔτους, τε τὸν τῶν Ἀζύμων καὶ κατὰ Πεντηκοστὴν καὶ κατὰ Σκηνοπηγίαν. ᾤκουν δὲ Ἰουδαῖοι διεσπαρμένοι καὶ ἐν τοῖς τέρμασι τῆς Ἰουδαίας καὶ Σαμαρείας. συνέβαινε δὲ αὐτοῖς διὰ τῶν Σαμαρειτῶν τὴν ὁδοιπορίαν πολεῖσθαι διερχομένοις εἰς τὴν Ἱερουσαλήμ. ἐπεὶ οὖν συνετύγχανον ἐν ἑνὶ καιρῷ τὸ ἄθροισμα ἔχοντες τοῦ ἑορτάζειν, ἐντεῦθεν συμπληγάδες ἐγίνοντο· ἀλλὰ καὶ ὅτε ᾠκοδόμει Ἔσδρας τὴν Ιερουσαλὴμ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ἀξιωσάντων τῶν Σαμαρειτῶν συνεπιδοῦναι βοήθειαν Ἰουδαίοις καὶ συνοικοδομῆσαι καὶ ἀποτραπέντων παρ᾿ αὐτοῦ τοῦ Ἔσδρα καὶ τοῦ Νεεμία·