Ancient Greek
123.1
Eudemus, Fragmenta 123.1
Unproofread scanNot analysed yet
ἐκεῖ τὸ κινοῦν εἴη ἂν. τὸ γὰρ μέσον ἀκίνητον ὄν οὐ δύναται πρὸς τὸ κινοῦν οἰκείως ἔχειν. ὁ δὲ Εὐδήμους ἐν τῷ μεγίστῳ κύκλῳ φησιν εἶναι τῷ διὰ τῶν πόλων· οὕτως γὰρ τάχιστα κινεῖται, τὸ δὲ κινοῦν δύναται ἀρχεσθαι ὅθεν τάχιστα ἂν κινήσει καὶ ῥάστα. ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος καὶ πρὸς τὴν ἔξω περιφέρειαν καὶ πρὸς τὸν μέριστον κύκλον, εἰ ἐν τούτων τινί ἐστι τὸ κινοῦν αἴτιον, πῶς οὐ κινήσεται κατὰ συμβεβηκός. καὶ εἰπὼν ἔκτός, εἰ μὴ ταύτης κατὰ τοὺς πόλους ἐστίν, ἐταπορεῖ ὅτι καὶ ὁποῦ οὕτω καὶ ἀκίνητον. Ἀριστοτέλης δὲ καὶ Εὐδήμῳ φασιν τὸ ἐγγυτέρω τοῦ κινοῦντος τάχιστα κινεῖσθαι. λύων δὲ τὴν ἀπορίαν λέγει, ὅτι εἰ μὲν ἐν μορίῳ τινὶ εἴη τῆς περιφερείας τῆς ἐξωτάτω, κινεῖτο ἂν κατὰ συμβεβηκὸς τῷ κατὰ μόρια τὴν κίνησιν εἶναι τῆς σφαῖρας· εἰ δὲ ἐν πάσῃ τῇ περιφερείᾳ, ἔσται τι ἐν τῷ τάχιστα φερομένῳ καὶ οὐκέτι ἂν κινεῖτο κατὰ συμβεβηκὸς τῷ πᾶσαν τὴν περιφέρειαν μὴ κινεῖσθαι, μηδὲ ἀλλάσσειν τὸν τόπον, ἀλλ’ ἐν τῷ αὐτῷ μένειν ἀεὶ. ἐχρῖνει οὖν εἶναι αὐτὸ ἐν πάσῃ τῇ τῆς ἔκτος σφαῖρας περιφερείᾳ· οὕτω γὰρ φησιν ἔσται ἐγγυτάτω τοῦ τάχιστα κινουμένου καὶ μὴ κατὰ συμβεβηκὸς κινούμενον καὶ τὴν αὐτὴν ἀεὶ σχέσιν ἔχον πρὸς τὸ κινούμενον ὑπ’ αὐτοῦ, διὸ καὶ ὁμοίαν ἀεὶ κίνησιν κινήσει. ταῦτα ὑπόρησεν ὁ Ἀλέξανδρος καὶ ἔλυσεν οὕτως, καίτοι πρότερον καλῶς εἰπών, ὅτι οὐχ ὡς τόπον τινὰ κατέχοντος τοῦ κινοῦντος ἀκουστέον· ἀμερὲς γὰρ ἐδείχθη, ἀλλ’ οὐδὲ ὡς εἴδους ὄντος τοῦ ἐν φ’ ἐστίν, ἀλλ’ ὡς οὐσίας ἀσωμάτου αὐτῆς καθ’ αὐτὴν ἐν οὐσίᾳ. κἂν γὰρ ἐμψυχῶν φησιν ὅν τὸ κυκλοφορητικὸν σῶμα κινεῖται κατὰ τὴν ἐν αὐτῷ ψυχὴν, ἀλλὰ καὶ ἄλλου τινὸς δεῖ τὴν ἀρχὴν αὐτῇ τῆς κινήσεως παρεχόντος· ἐπὶ πάντων γὰρ τῶν ἐμψύχων ἐξωθέν τι ἢν αἴτιον αὐτοῖς καὶ ἀρχὴ γίνεται τῆς κινήσεως τῆς ψυχικῆς τῆς κατὰ τόπον