Ancient Greek
62.3
Eudemus, Fragmenta 62.3
Unproofread scanNot analysed yet
Οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης ἐκ πέντε μᾶλλον εἶναι τὴν πίστιν φησὶ τοῦ εἶναι τὸ ἄπειρον. ὁ δὲ Εὔδημος δι’ αἰτίας ἐξ φησιν, ὧν πρώτην εἰπὼν τὴν ἐν τῷ συνεχεῖ διαιρεσιν ἐπ’ ἄπειρον γενομένην, ταύτης ἀντίστροφόν φησι τὴν κατὰ πρόσθεσιν ἐν τοῖς ἀριθμοῖς θεωρουμένην, οὐδὲ ταύτην δὲ τὴν αἰτίαν ὁ Ἀριστοτέλης παρήχεν ἐν τοῖς διὰ τὴν ἐπίνοιαν νομιζομένοις ἀπείροις θεῖς αὐτὴν ὅτε ἔλεγε· καὶ ὁ ἀριθμὸς . . . ἐπ’ ἄπειρον.