Ancient Greek
63.1
Eudemus, Fragmenta 63.1
Unproofread scanNot analysed yet
Aristotel. III, 5. p. 204, 30. φανερὸν δὲ καὶ ὅτι οὐχ ἔνδέχεται εἶναι τὸ ἄπειρον ὡς ἐνέργειαν ἢν καὶ ὡς οὐσίαν καὶ ἀρχήν· ἔστι γὰρ ὁτιοῦν αὐτοῦ ἄπειρον τὸ λαμβανόμενον, εἰ μεριστόν. τὸ γὰρ ἄπειρον εἶναι καὶ ἄπειρον τὸ αὐτὸ εἴπερ οὐσία τὸ ἄπειρον καὶ μὴ καθ’ ὑποκειμένον, ὥστ’ ἢ ἀδιαιρετον ἢ εἰς ἄπειρα διαιρετόν· πολλὰ δ’ ἄπειρα τὸ αὐτὸ εἶναι ἀδύνατον. ἀλλὰ μὲν ὡσπερ ἄερος ἄτμ μέρος, οὕτω καὶ ἄπειρον ἄπειρον, εἰ γε οὐσία ἐστὶ καὶ ἀρχή. ἀμέριστον ἄρα καὶ ἀδιαιρετον. ἀλλ’ ἀδύνατον τὸ ἐντελεχεία ἢν ἄπειρον· ποσὸν γὰρ τι εἶναι ἀναγκαῖον.