Ancient Greek
63.2
Eudemus, Fragmenta 63.2
Unproofread scanNot analysed yet
Simplicius fol. 109 b. καὶ ἄλλο δὲ τοῖς ὡς οὐσίαν καὶ ἀρχήν ὑποτιθεμένοις τὸ ἄπειρον, ὡς ἄτοπον ἐπόμενον ὁ Εὐδήμος ἐπάγει· εἰ γὰρ ἐστι φησὶ στοιχεῖον τὸ ἄπειρον καὶ κινεῖται τι ἐξ αὐτοῦ, ἔσται ἐν τῷ γινομένῳ πεπερασμένον τι· οὐ γὰρ δή πάντα γε τὰ γινόμενα ἔσται ἄπειρα. συμβήσεται οὖν τὸ ἄπειρον ἐν τῷ πεπερασμένῳ εἶναι.