Ancient Greek · ~5 min
Choral 8
Euripides, Ἑλένη 8
Not analysed yet
Φοίνισσα Σιδωνιὰς ὦ
ταχεῖα κώπα, ῥοθίοισι μάτηρ
εἰρεσίας φίλα,
χοραγὲ τῶν καλλιχόρων
δελφίνων, ὅταν αὔραις
πέλαγος ἀνήνεμον ᾖ,
γλαυκὰ δὲ Πόντου θυγάτηρ
Γαλάνεια τάδʼ εἴπῃ·
κατὰ μὲν ἱστία πετάσατʼ αὔ-
ραις λιπόντες εἰναλίαις,
λάβετε δʼ εἰλατίνας πλάτας,
ὦ ναῦται, ναῦται,
πέμποντες εὐλιμένους
Περσείων οἴκων Ἑλέναν ἐπʼ ἀκτάς.
ἦ που κόρας ἂν ποταμοῦ
παρʼ οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦ
Παλλάδος ἂν λάβοις
χρόνῳ ξυνελθοῦσα χοροῖς
ἢ κώμοις Ὑακίνθου
νύχιον ἐς εὐφροσύναν,
ὃν ἐξαμιλλησάμενος
τροχῷ τέρμονα δίσκου
ἔκανε Φοῖβος, τᾷ Λακαί-
νᾳ γᾷ βούθυτον ἁμέραν·
ὁ Διὸς δʼ εἶπε σέβειν γόνος·
μόσχον θʼ, ἃν οἴκοις
ἔλειπες, Ἑρμιόναν,
ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν.
διʼ ἀέρος εἴθε ποτανοὶ
γενοίμεσθʼ ᾇ Λιβύας
οἰωνοὶ στοχάδες
ὄμβρον λιποῦσαι χειμέριον
νίσονται πρεσβυτάτᾳ
σύριγγι πειθόμεναι
ποιμένος, ὃς ἄβροχα πεδία καρποφόρα τε γᾶς
ἐπιπετόμενος ἰαχεῖ.
ὦ πταναὶ δολιχαύχενες,
σύννομοι νεφέων δρόμου,
βᾶτε Πλειάδας ὑπὸ μέσας
ὠρίωνά τʼ ἐννύχιον·
καρύξατʼ ἀγγελίαν,
Εὐρώταν ἐφεζόμεναι,
Μενέλεως ὅτι Δαρδάνου
πόλιν ἑλὼν δόμον ἥξει.
μόλοιτέ ποθʼ ἵππιον οἶμον
διʼ αἰθέρος ἱέμενοι
παῖδες Τυνδαρίδαι,
λαμπρῶν ἄστρων ὑπʼ ἀέλλαισιν·
οἳ ναίετʼ οὐράνιοι,
σωτῆρες τᾶς Ἑλένας,
γλαυκὸν ἔπιτʼ οἶδμα κυανόχροά τε κυμάτων
ῥόθια πολιὰ θαλάσσας,
ναύταις εὐαεῖς ἀνέμων
πέμποντες Διόθεν πνοάς·
δύσκλειαν δʼ ἀπὸ συγγόνου
βάλετε βαρβάρων λεχέων,
ἃν Ἰδαίων ἐρίδων
ποιναθεῖσʼ ἐκτήσατο, γᾶν
οὐκ ἐλθοῦσά ποτʼ Ἰλίου
Φοιβείους ἐπὶ πύργους.