Ancient Greek · ~3 min
Choral 8
Euripides, Ἄλκηστις 8
Not analysed yet
ὦ πολύξεινος καὶ ἐλεύθερος ἀνδρὸς ἀεί ποτ’ οἶκος,
σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων
ἠξίωσε ναίειν,
ἔτλα δὲ σοῖσι μηλονόμας
ἐν δόμοις γενέσθαι,
δοχμιᾶν διὰ κλιτύων
βοσκήμασι σοῖσι συρίζων
ποιμνίτας ὑμεναίους.
σὺν δ’ ἐποιμαίνοντο χαρᾷ μελέων βαλιαί τε λύγκες,
ἔβα δὲ λιποῦσ’ Ὄθρυος νάπαν λεόντων
ἁ δαφοινὸς ἴλα·
χόρευσε δ’ ἀμφὶ σὰν κιθάραν,
Φοῖβε, ποικιλόθριξ
νεβρὸς ὑψικόμων πέραν
βαίνουσ’ ἐλατᾶν σφυρῷ κούφῳ,
χαίρουσ’ εὔφρονι μολπᾷ.
τοιγὰρ πολυμηλοτάταν
ἑστίαν οἰκεῖς παρὰ καλλίναον
Βοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶν
καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν
ἀελίου κνεφαίαν
ἱππόστασιν αἰθέρα τὰν Μολοσσῶν τίθεται,
πόντιον δ’ Αἰγαίων’ ἐπ’ ἀκτὰν
ἀλίμενον Πηλίου κρατύνει.
καὶ νῦν δόμον ἀμπετάσας
δέξατο ξεῖνον νοτερῷ βλεφάρῳ,
τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν
δώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς
ἐκφέρεται πρὸς αἰδῶ.
ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ’ ἔνεστιν σοφίας. ἄγαμαι·
πρὸς δ’ ἐμᾷ ψυχᾷ θάρσος ἧσται
θεοσεβῆ φῶτα κεδνὰ πράξειν.