Ancient Greek · ~2 min
ΙΩΗΛ, Βʹ
Eusebius Scr. Eccl. et Theol., De vitis prophetarum (fragmenta) ΙΩΗΛ, Βʹ
Not analysed yet
Λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν καὶ προφητεύει τοῖς πρεσβυτέροις καὶ πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, περὶ τῆς ἁλώσεως τῆς γῆς, καὶ τῶν ἐν αὐτῇ· προφητεύει δὲ καὶ περὶ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος τῆς εἰς πάντας γενησόμενος [lege γενησομένης] ὑπὸ τοῦ Σωτῆρος. Κηρύττει δὲ καὶ περὶ νηστείας καὶ μετανοίας, καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ τῶν ἐπὶ τοῦ σταυροῦ γενομένων σημείων.