Ancient Greek · ~2 min
ΜΙΧΑΙΑΣ, ϛʹ
Eusebius Scr. Eccl. et Theol., De vitis prophetarum (fragmenta) ΜΙΧΑΙΑΣ, ϛʹ
Not analysed yet
Δεύτερος μὲν τῶν προειρημένων γέγονεν. ὅτι μετὰ Ὀζίαν ἐπροφήτευσε. Συνεχρόνει δὲ αὐτοῖς. Ἐπεὶ καὶ αὐτὸς ἐπὶ Ἰωαθὰμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου ἤρξατο προφητεύειν. Ἐγένετο δὲ ὁ λόγος πρὸς αὐτὸν τοῦ Κυρίου, καὶ προφητεύει ἐπὶ Ἱερουσαλὴμ, καὶ περὶ Σαμαρείας, καὶ ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαὸν, καὶ κατὰ τοῦ Ἀχαάβ. Προσημαίνει δὲ καὶ τὴν παρουσίαν τοῦ Σωτῆρος λέγων· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς ἔσται τὸ ὄρος τοῦ Κυρίου.