Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 32
Not analysed yet
Ἀλλὰ ταῦτα μὲν ὧδε τέλος ἐχέτω, τῆς ἐν τοῖς Ἑβραίων προφήταις θείας δυνάμεως ὄντα παραστατικά. ὥρα δὴ οὖν αὐτοῖς, οἵα δὴ ἐνθέοις ἀνδράσι καὶ σοφοῖς οὐ κατ’ ἄνθρωπον γενομένοις, κατ’ ἐπίπνοιαν δὲ θείου πνεύματος, πείθεσθαι διδάσκουσι, παιδεύεσθαί τε τὰ παρ’ αὐτοῖς δόγματα καὶ τὰς εὐσεβεῖς καὶ ἀδιαπτώτους θεολογίας, οὐκέτ’ ἀμφιβολίαν ἔχοντα, μή πη ἀρετῆς καὶ ἀληθείας ἀλλότριον ἐπάγονται· φέρ’ οὖν ἤδη λοιπὸν ἀναλαβόντες ἐξ ὑπαρχῆς τὸν λόγον τὴν ἐν τοῖς εὐαγγελίοις περὶ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ θεολογίαν ἀπὸ τῆς προφητικῆς μαρτυρίας πιστωσώμεθα.