Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 33
Not analysed yet
ἡ μὲν οὖν εὐαγγελικὴ μαρτυρία ὧδε τὸν Χριστὸν θεολογεῖ “ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο ἔνετο οὐδ’ ἕν. ᾿καλεῖ δ’ αὐτὸν καὶ φῶς νοερὸν, καλεῖ δὲ καὶ κύριον, ὥσπερ οὖν καὶ θεόν.