Ancient Greek · ~5 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. Ι′.
Not analysed yet
Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποιήτα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Es. 19, 1. Περὶ τὴς ἀγενήτου τοῦ τῶν ὅλων Θεοῦ φύσεως ἐκλαμβάνειν τὰ προκείμενα, ὡς δὴ μελλοντος αὐτοῦ νεφέλῃ τινὶ ὀχεῖσθαι, καὶ τῇ σωματικῇ παρεπιδημεῖν Αἰγύπτῳ, οὔτε πιθανὸν οὔθ’ ὅσιον ὑπάρχειν ἡγοῦμαι· δι’ ὅπερ ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον ἐκδεκτέον τὴν προφητείαν, καὶ αὐτὴν ἐναργῶς ἤδη κατὰ τὴν προτέραν αὐτοῦ παρουσίαν πεπερασμένην, καθ’ ἢν ἐπὶ νεφέλης κούφης, τῆς ἐκ Πνεύματος ἁγίου συστάσης αὐτῷ σαρκὸς, εἰς τὸν βίον τοῦτον, Αἴγυπτον τροπικῶς ὀνομαζόμενον, παρελήλυθε, καὶ εἰς αὐτὴν δὲ σωματικῶς τὴν Αἴγυπτον, εἰς ἣν ἔτι παῖς ὢν πρὸς τῆς μητρὸς καὶ τοῦ Ἰωσὴφ διεκομίσθη· τηνικαῦτα δὲ κατά τινας ἀπορρήτους λόγους ἐσείσθησαν καὶ ἐκινήθησαν ὑποταραχθέντες αὐτοῦ τῇ παρου σίᾳ οἱ ἐν τοῖς πανταχόσε χειροποιητοῖς ξοάνοις ἐνοικοῦντές τε καὶ ἐνεργοῦντες τὸ πρότερον δαίμονες· ὅπερ δηλοῦται διὰ τῆς λεγούσης προφητείας, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου. Ταῦτα δὲ καὶ κατὰ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἀπ’ οὐρανῶν βασιλείαν πληρωθήσεται, καθ’ ἣν καὶ αὐτὴν σεισθήσεσθαι εἰκὸς ἂν εἴη· καὶ τότε μᾶλλον κλονηθήσεσθαι τὰ ἀποδεδομένα χειροποιητὰ Αἰγύπτου, ὧν καὶ τὴν καρδίαν ἡττηθήσεσθαι φασὶν, ἐν αὐτοῖς τοῦ θείου Λόγου καθυποτάξαντος ἑαυτῷ καὶ ταπεινώσοντος τότε πᾶν ὕψωμα τὸ νῦν ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· τὰ δ’ ἑξῆς τῆς προφητείας ἅπαντα διὰ μόνης ἀποδοθήσεται τροπολογίας.