Ancient Greek · ~9 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. Ιϛ′.
Not analysed yet
Εὐφράθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται ἔρημα τοῦ Ἰορδάνου καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἀλεῖται ὡς ἔλαφος χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ· καὶ ἡ ἄνυδρος ἔσται εἰς ἔλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὑδάτων ἔσται. Es. 35, 1. Ἐπὶ τῇ τοῦ Θεοῦ παρουσίᾳ τὰς παραδόξους ἰάσεις ἔσεσθαι προαγορεύει. Σαφῶς οὖν καὶ ἐνθάδε τῇ τοῦ Θεοῦ προσηγορίᾳ ὁ Χριστὸς τοῦ Θεοῦ τετίμηται· οὗ ἐπὶ τῇ παρουσίᾳ καὶ σωματικῶς μὲν αἱ προειρημέναι θεραπεῖαι ἐπὶ τῶν πασχόντων ἀπετελέσθησαν, θαυμασιώτερον δ’ ἔτι καὶ νῦν ἐνεργοῦνται διὰ τῆς εἰς αὐτὸν πίστεως, παντὸς ἁπαξάπλως τοῦ τῶν ἀνθρώπων γένους τῶν κατὰ ψυχὴν παθῶν ἀπαλλαττομένου. Ἐρράγη δὲ ἐν τῇ ἐρήμῳ ὕδωρ ἐπὶ τῇ Χριστοῦ παρουσίᾳ καὶ φάραγξ ἐν γῇ διψώσῃ, τοῦ ποτίμου καὶ ζωτικοῦ λόγου ἀναβλύσαντος ἐν τῇ πάλαι ἐρήμῳ καὶ διψώσῃ γῇ, τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἐν ᾗ πρότερον οὔσῃ ἀνύδρῳ καὶ διψαλέᾳ ἀθρόως πηγὴ τοῦ τῶν Ἰησοῦ λόγων ὕδατος ζῶντος ἀλλομένου εἰς ζωὴν αἰώνιονIo. 4, 14. ἀνώμβρησεν· ὑφ’ ἧς πηγῆς ποτιζομένη ἀνθήσειν ὡς κρίνον λέγεται ἡ ποτὲ ἔρημος, εὐφραίνεσθαί τε καὶ ἀγαλλιᾶν προστάττεται· καὶ ἡ αἰτία δὲ τῆς εὐφροσύνης καὶ τῆς ἀγαλλιάσεως ἐπιλέγεται, ἐπείπερ φησὶν ἐδόθη αὐτῇ ἡ δόξα τοῦ Λιβάνου, τοῦτ’ ἔστι τῆς Ἱερουσαλήμ· περὶ ἧς ἐν ταῖς ἀνωτέραις προφητείαις ἐλέγετο, ὡς ὅτι καὶ ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται· οὗ πεσόντος ἡ πρότερον ὑπάρχουσα ἐν αὐτῷ δόξα τῇ νῦν εὐαγγελιζομένῃ ἐρήμῳ, τοῦτ’ ἔστιν τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἐδόθη σὺν τῇ τιμῇ τῇ προτέρᾳ τοῦ λεγομένου Καρμήλου, δῆλον δ’ ὅτι τοῦ προτέρου λαοῦ. Ταῦτα δὲ σαφῶς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἔργοις τέλος εἴληφεν ἀκολούθως τῇ τε μετὰ χεῖρας προφητείᾳ, καὶ τῇ φασκούσῃ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν φωνῇ, ὡς ἄρα ἀρθήσεται ἡ βασιλεία τῷ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.