Ancient Greek
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. ΙΖ′.
Not analysed yet
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία· καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησεν. Es. 40, 3. Ὁ τοῦ Σωτῆρος ἡμῶν πρόδρομος Ἰωάννης τοῖς ἐπερωτῶσιν αὐτὸν ὅστις εἴη, φησίν, ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, καὶ τὰ ἑξῆς. Τούτου δὴ οὖν χάριν ἐξεθέμεθα τὸ κεφάλαιον ἐν τοῖς περὶ Χριστοῦ μαρτυρίοις, σύμβολον εἶναι νομίζοντες Ἰωάννην τοῦ ἀποστολικοῦ κηρύγματος· τοιαύτη γάρ τοι ἐστιν ἡ ἐν τῇ ἐρήμῳ βοῶσα φωνὴ, ἄσημός τις οὖσα, καὶ ἀδιάρθρωτος τοῖς ἄρτι στοιχειουμένοις· ἐν τῇ πάλαι δὲ ἐρήμῳ, τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἡ τοιαύτη γενομένη φωνὴ ἑτοιμάζειν παρακελεύεται τὴν ὁδὸν Κυρίου, καὶ τὰ ἑξῆς· ἅπερ ἐπὶ σχολῆς ᾧ μέλει τῆς τούτων γνώσεως ἐρευνήσας εἴσεται.