Ancient Greek
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. ΙΗ′.
Not analysed yet
Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἶπον ταῖς πόλεσιν Ἰούδα, ἰδοὺ ὁ Θεὸς ὑμῶν, Κύριος Κύριος μετὰ ἰσχύος ἔρχεται· καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ· καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ· ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. Es. 40, 9. Καὶ ταῦτα νομίζομεν περὶ τῆς τοῦ Λόγου τοῦ Θεοῦ παρουσίας λέγεσθαι, καὶ τάχα γε μᾶλλον περὶ τῆς δευτέρας, καθ’ ἢν οἷα δὴ δίκαιος κριτὴς ἥξειν προφητεύεται τὸν μισθὸν ἔχων τῶν κατ’ ἀξίαν ἑκάστῳ πεπραγμένων ἀπονεμητικόν· τὰ μέντοι γε λοιπὰ οὐκ ἔτι νῦν καιρὸς ἀπαιτεῖ διηγεῖσθαι· ὅθεν ἐφ’ ἑτέραν τραπησόμεθα περικοπήν.