Ancient Greek
Δʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum 1-4
Not analysed yet
Τὰ μὲν παρὰ τῷ Ματθαίῳ προηγοῦνται· ὅθεν καὶ αἱ δύο Μαρίαι ἄρτι τὸν ἄγγελον ἐπιστάντα καὶ τὸν λίθον ἀποκυλίσαντα ἐθεάσαντο· τὰ δὲ παρὰ τῷ Ἰωάννῃ ὕστερον γίνεται, δύο ἀγγέλων εἴσω τοῦ μνήματος ὀφθέντων, ἑτέρων δὲ ὄντων παρὰ τὸν ἔξω φανέντα καὶ ἐπὶ τὸν λίθον καθεζόμενον, ὡς Ματθαῖος λέγει· τὸ δὲ παρὰ τῷ Λουκᾷ λεγόμενον, ὅτι δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ ὀφθέντες· ἔτι δὲ καὶ ὁ παρὰ Μάρκῳ νεανίσκος λευκὴν περιβεβλημένος στολὴν, δεξιός τε ἀλλ' οὐκ ἀριστερὸς ὁρώμενος, ὁ τὰ φαιδρὰ καὶ δεξιὰ ταῖς γυναιξὶν εὐαγγελιζόμενος, ἕτεροι ἀλλήλων ἂν εἶεν καὶ αὐτοὶ, καὶ τῶν ἄλλων τῶν παρὰ τοῖς πρώτοις εὐαγγελισταῖς λεγομένων· διὸ οὐδὲ ἀγγέλους αὐτοὺς οὗτοι ὠνόμασαν· ὁ δὲ Μάρκος καὶ ὁ Λουκᾶς οὐδὲ τὰ παρὰ τῷ Ἰωάννῃ καὶ Ματθαίῳ ἐμνημόνευσαν, λέγω δὴ τῶν τοῦ Σωτῆρος ὀπτασιῶν· ἀλλὰ τοῖς κρείττοσιν Ματθαίῳ καὶ Ἰωάννῃ τὰ κρείττονα κατέλιπον εἰπεῖν· αὐτοὶ τὰ δεύτερα εἰπόντες, καὶ ἀναπληροῦντες τὰ ἐκείνοις σεσιγημένα.