Ancient Greek · ~5 min
Δʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum 2-4
Not analysed yet
Ἔστιν οὖν εἰπεῖν οὕτως, ὅτι τεσσάρων ὄντων τῶν εὐαγγελιστῶν, ἰσάριθμοι τούτοις καὶ παρ' αὐτῶν ἀναγραφεῖσαι φαίνονται ὀπτασίαι· οἵ τε καιροὶ τέσσαρες, καὶ οἱ καθ' ἕκαστον καιρὸν ὀφθέντες ἰδιαζόντως· ὁμοίως δὲ καὶ αἱ θεώμεναι τῶν γυναικῶν διάφοροι, καὶ οἱ παρὰ τῶν ὀφθέντων λόγοι λεγόμενοι πρὸς αὐτὰς παραλλάττοντες· πῶς οὖν ἐστι τοῦτο; Πρῶτος οὖν καιρός ἐστιν ὁ παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων, ὅπου ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ἄλλης ἔξω τοῦ μνήματος, ὅτε καὶ ἐγένετο σεισμὸς, ἕνα εἶδον λέγοντα οὕτως, «Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ· δεῦτε, ἴδετε.» Τέταρτος δὲ καὶ τελευταῖος ὁ παρὰ τῷ Μάρκῳ ἡλίου ἀνατείλαντος φανεὶς ὁ νεανίσκος ὁ ὀφθεὶς ταῖς γυναιξὶν τῇ Μαρίᾳ τῇ Μαγδαληνῇ καὶ τῇ Μαρίᾳ Ἰακώβου καὶ Σαλώμῃ, αἳ μετ' ἀρωμάτων ἐλθοῦσαι ἤκουσαν, «Μὴ ἐκθαμβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον.» Μέσοι δὲ οἱ παρὰ τῷ Ἰωάννῃ καὶ τῷ Λουκᾷ καὶ ὀφθέντες κατὰ καιρὸν ἰδιάζοντες· ἐφάνη μὲν γὰρ ὀψὲ Σαββάτων ἄγγελος εἷς ἐκτὸς τοῦ μνήματος· μεθ' οὗ καὶ αὐτὸς ὁ Σωτήρ· ὄρθρου δὲ βαθέος, ἕτεροι οἱ κατὰ τὸν Λουκᾶν δύο ἄνδρες ὠνομασμένοι οὐκ εἴσω τοῦ μνήματος ὀφθέντες· ὕστερος ἁπάντων ὁ νεανίσκος, καὶ πρὸ τούτου καὶ τῶν παρὰ τῷ Λουκᾷ οἱ δύο εἴσω τοῦ μνήματος.