Ancient Greek · ~4 min
Γʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum 4-2
Not analysed yet
Εἰ δὲ συγχωρηθείη τὸ μὴ τὴν αὐτὴν εἶναι, ἑτέραν δὲ τὴν ὀψὲ Σαββάτων κατὰ τὸν Ματθαῖον μετὰ τῆς ἄλλης Μαρίας ἀπαντήσασαν, καὶ ἄλλην τὴν παρὰ τῷ Ἰωάννῃ πρωῒ τῇ μιᾷ τῶν Σαββάτων, ἔτι οὔσης σκοτίας, μόνην ἐλθοῦσαν ἐπὶ τὸ μνημεῖον, πᾶσα λυθείη ἂν ἀμφιβολία· τὸ τὰς μὲν πρώτας ὀψὲ Σαββάτων ἀφικομένας, ἅτε σπουδαιοτέρας καὶ πιστοτέρας ὑπαρχούσας, καὶ τὸ χαίρειν παρὰ τοῦ Σωτῆρος ἀκοῦσαι, καὶ προσκυνῆσαι, καὶ τοὺς πόδας αὐτοῦ κρατῆσαι καταξιωθῆναι· τὴν δὲ παρὰ τῷ Ἰωάννῃ Μαρίαν ἑτέραν οὖσαν παρ' ἐκείνας βράδιον μὲν ἀπηντηκέναι καὶ πρωΐ· ταύτην δ' αὐτὴν εἶναι κατὰ τὸν Μάρκον ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια· σφόδρα δὲ τὴν ψυχὴν τεθορυβῆσθαι καὶ ἀπιστοτέραν εἶναι ὡς ἑστῶσαν κλαίειν, καὶ ὑπολαμβάνειν ὑφαιρεῖσθαι τοῦ μνημείου τὸ σῶμα τοῦ Σωτῆρος, καὶ ἐν ἑτέρᾳ μετενηνέχθαι γῇ· οὕτω δὲ συγκέχυτο ἡ ψυχὴ αὐτῇ, ὡς μηδὲ τοὺς δύο ἀγγέλους τοὺς εἴσω τοῦ μνήματος ὀφθέντας αὐτῇ καταπλαγῆναι, μηδὲ αὐτὸν γνωρίσαι ὀφθέντα αὐτῇ τὸν Σωτῆρα, νομίσαι δὲ αὐτὸν εἶναι τὸν κηπουρόν.