Ancient Greek · ~4 min
Γʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum 3-2
Not analysed yet
Εἶτ' ἐπὶ τούτοις αὐτὸν πάλιν τὸν Σωτῆρα μετὰ τῆς ἄλλης Μαρίας θεωρεῖ· τοῦτο δεύτερον· καὶ οὐκέτι μὲν ἀκούει, Μή μου ἅπτου, τοὐναντίον δὲ χαίρειν ἀντὶ τοῦ κλαίειν ὑπ' αὐτοῦ κελεύεται· ἀλλὰ καὶ ἅπτεσθαι αὐτοῦ συγχωρεῖται, ἐπεὶ καὶ προσκυνεῖ αὐτὸν ὡς Θεόν· λέγει γοῦν αὐταῖς ὁ Ἰησοῦς, Χαίρετε· αἱ δὲ προσελθοῦσαι, ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ· καὶ οὕτως ἅμα ἀληθεύει τὰ ἱερὰ Εὐαγγέλια, κατ' οὐδένα λόγον διαφωνοῦντα· τὴν αὐτὴν δὲ Μαρίαν τὴν Μαγδαληνὴν εἰσάγοντα καὶ μὴ ἁπτομένην πρότερον τοῦ Σωτῆρος, ὅτε ἔκλαιε καὶ ἠπίστει· καὶ ἁπτομένην αὐτοῦ, ὅτε χαίρειν ἐκελεύετο· πρῶτα δὲ ἡγεῖσθαι τὰ παρὰ τῷ Ἰωάννῃ δηλούμενα τῶν παρὰ τῷ Ματθαίῳ φερομένων, καὶ διὰ τῶν ἔμπροσθεν γεγυμνασμένων ἡμῖν κατὰ μίαν τῶν ἐκδοχῶν παρεστήσαμεν, διασαφήσαντες ὅπως εἴρηται παρὰ τῷ Ματθαίῳ τὸ ὀψὲ Σαββάτων, οὐ τὴν ἑσπερινὴν ὥραν δηλοῦντος τοῦ εὐαγγελιστοῦ, ἀλλὰ τὸν ἐπιφαύσκοντα εἰς μίαν Σαββάτων· ἦν δ' οὗτος δεύτερος τοῦ παρὰ τῷ Ἰωάννῃ δεδηλωμένου. Καὶ ταῦτα μὲν εἰρήσθω, εἴπερ τις ἐξ ἅπαντος τὴν αὐτὴν εἶναι Μαρίαν παρ' ἀμφοτέροις τοῖς εὐαγγελισταῖς Ἰωάννῃ τε καὶ Ματθαίῳ διϊσχυρίζοιτο.