Ancient Greek · ~2 min
Δʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum 3-3
Not analysed yet
Ὅτι ὁ Λουκᾶς μιᾷ λέγει τῶν Σαββάτων, ὄρθρου βαθέος, φέρειν ἀρώματα γυναῖκας δύο τὰς ἀκολουθησάσας αὐτῷ, αἵτινες ἦσαν ἀπὸ τῆς Γαλιλαίας συνακολουθήσασαι, ὅτε ἔθαπτον αὐτὸν ἐλθοῦσαι ἐπὶ τὸ μνῆμα· αἵτινες δύο ἀγγέλους εἶδον, οἳ καὶ εἶπον, «Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ' ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν σὺν ὑμῖν λέγων, ὅτι δεῖ παθεῖν τὸν Υἱὸν ἀνθρώπου,» καὶ τὰ ἑξῆς.