Ancient Greek · ~3 min
Δʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum 4-3
Not analysed yet
Ὅτι Ἰωάννης λέγει τῇ μιᾷ τῶν Σαββάτων Μαρίαν τὴν Μαγδαληνὴν μόνην ἔρχεσθαι πρὸς τὸ μνῆμα, σκοτίας ἔτι οὔσης, καὶ βλέπει τὸν λίθον ἠρμένον καὶ ἔρχεται πρὸς Σίμωνα καὶ πρὸς Ἰωάννην καὶ λέγει, «Ἦραν τὸν Κύριον ἀπὸ τοῦ μνημείου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν· ἦλθεν οὖν Πέτρος καὶ Ἰωάννης ἐπὶ τὸ μνημεῖον,» καὶ τὰ ἑξῆς. Εἶτα εἰσάγει κλαίουσαν τὴν Μαγδαληνὴν, καὶ παρακύψασαν ἰδεῖν λέγει δύο ἀγγέλους καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν· καὶ λέγουσιν αὐτῇ, «Γύναι, τί κλαίεις;» ἡ δὲ εἶπεν, «Ἦραν τὸν Κύριόν μου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.» Εἶτα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ εἶδεν τὸν Ἰησοῦν ἑστῶτα· καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν· ὁ δὲ Ἰησοῦς λέγει, «Γύναι, τί κλαίεις; τίνα ζητεῖς;»